Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.217 Joseph. AJ 7.221 (English) >>Joseph. AJ 7.226

7.219παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν τῷ λογισμῷ καὶ ταῦτʼ ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι, πέμψας δʼ εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ. 7.220νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετʼ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δʼ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ 7.221ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην τὴν πόλιν.” ταῦτʼ εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου· τῆς γὰρ ἐκείνου γνώμης τούτου προεκρίθη παρʼ Ἀψαλώμου. θεὸς μέντοι γε ἦν τούτου τῇ διανοίᾳ τὴν τοῦ Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν. 7.222

Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ. 7.223οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα· πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.217 Joseph. AJ 7.221 (English) >>Joseph. AJ 7.226

Powered by PhiloLogic